ΠΕΤΡΟΥ Α΄ 2:3-8
SBL Greek New Testament
3 [a]εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.
4 Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον 5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς [b]εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας [c]εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ· 6 διότι περιέχει [d]ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον [e]ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. 7 ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· [f]ἀπιστοῦσιν δὲ [g]λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας 8 καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.
Read full chapterFootnotes
- ΠΕΤΡΟΥ Α΄ 2:3 εἰ WH Treg NIV] εἴπερ RP
- ΠΕΤΡΟΥ Α΄ 2:5 εἰς WH Treg NIV] – RP
- ΠΕΤΡΟΥ Α΄ 2:5 εὐπροσδέκτους WH Treg] + τῷ NIV RP
- ΠΕΤΡΟΥ Α΄ 2:6 ἐν WH Treg NIV] + τῇ RP
- ΠΕΤΡΟΥ Α΄ 2:6 ἀκρογωνιαῖον ἐκλεκτὸν Treg NIV RP] ἐκλεκτὸν ἀκρογωνιαῖον WH
- ΠΕΤΡΟΥ Α΄ 2:7 ἀπιστοῦσιν WH Treg NIV] ἀπειθοῦσιν RP
- ΠΕΤΡΟΥ Α΄ 2:7 λίθος WH Treg NIV] Λίθον RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software