Add parallel Print Page Options

13 Ταῦτα ἔγραψα [a]ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν [b]ἔχετε αἰώνιον, [c]τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. 14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν. 15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ [d]ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν [e]ἀπ’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 5:13 ὑμῖν WH Treg NIV] + τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 5:13 ἔχετε αἰώνιον WH Treg NIV ] αἰώνιον ἔχετε RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 5:13 τοῖς πιστεύουσιν WH Treg NIV ] καὶ ἵνα πιστεύητε RP
  4. ΙΩΑΝΝΟΥ Α΄ 5:15 ἐὰν WH NIV RP ] ἂν Treg
  5. ΙΩΑΝΝΟΥ Α΄ 5:15 ἀπ᾽ WH Treg NIV ] παρ᾽ RP