Add parallel Print Page Options

19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, [a]μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος [b]θεοῦ ἀλλ’ ἔννομος [c]Χριστοῦ, ἵνα [d]κερδάνω [e]τοὺς ἀνόμους· 22 ἐγενόμην τοῖς [f]ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν [g]γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. 23 [h]πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:20 μὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 θεοῦ WH Treg NIV ] θεῷ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 Χριστοῦ WH Treg NIV ] Χριστῷ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 κερδάνω WH Treg NIV ] κερδήσω RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 τοὺς WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:22 ἀσθενέσιν WH Treg NIV ] + ὡς RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:22 γέγονα WH Treg NIV ] + τὰ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:23 πάντα WH Treg NIV ] Τοῦτο RP