Add parallel Print Page Options

ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; ἤδη μὲν [a]οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ [b]τοῦτο ἀδελφούς.

Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι [c]θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε [d]κλέπται οὔτε πλεονέκται, [e]οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν [f]θεοῦ κληρονομήσουσιν. 11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου [g]Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.

12 Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 [h]ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι [i]ὑμῶν.

Περὶ δὲ ὧν [j]ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν [k]ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα [l]σχολάσητε [m]τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ [n]ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. θέλω [o]δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον [p]ἔχει χάρισμα ἐκ θεοῦ, [q]ὁ μὲν οὕτως, [r]ὁ δὲ οὕτως.

Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν [s]αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν [t]γαμῆσαι ἢ πυροῦσθαι.

10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι— 11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω— καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.

12 Τοῖς δὲ λοιποῖς [u]λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· 13 καὶ γυνὴ [v]εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ [w]οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω [x]τὸν ἄνδρα. 14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ [y]ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. 15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν [z]ἡμᾶς ὁ θεός. 16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;

17 Εἰ μὴ ἑκάστῳ ὡς [aa]ἐμέρισεν ὁ [ab]κύριος, ἕκαστον ὡς κέκληκεν ὁ [ac]θεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18 περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ [ad]κέκληταί τις; μὴ περιτεμνέσθω. 19 ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.

21 Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22 ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· [ae]ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.

25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26 νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27 δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· 28 ἐὰν δὲ καὶ [af]γαμήσῃς, οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. 29 τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος [ag]ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, 30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 31 καὶ οἱ χρώμενοι [ah]τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς [ai]ἀρέσῃ τῷ κυρίῳ· 33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [aj]ἀρέσῃ τῇ γυναικί, 34 [ak]καὶ μεμέρισται. καὶ ἡ γυνὴ [al]ἡ ἄγαμος καὶ ἡ [am]παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ [an]τῷ σώματι καὶ [ao]τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [ap]ἀρέσῃ τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν [aq]σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ [ar]εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.

36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37 ὃς δὲ ἕστηκεν [as]ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ [at]ἰδίᾳ καρδίᾳ, [au]τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς [av]ποιήσει· 38 ὥστε καὶ ὁ [aw]γαμίζων [ax]τὴν παρθένον ἑαυτοῦ καλῶς ποιεῖ, [ay]καὶ ὁ μὴ [az]γαμίζων κρεῖσσον [ba]ποιήσει.

39 Γυνὴ [bb]δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν [bc]δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ· 40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ [bd]δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.

Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. [be]εἴ τις δοκεῖ [bf]ἐγνωκέναι τι, [bg]οὔπω [bh]ἔγνω καθὼς δεῖ γνῶναι· εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ.

Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς [bi]θεὸς εἰ μὴ εἷς. καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ’ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ.

Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ [bj]συνηθείᾳ [bk]ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. βρῶμα δὲ ἡμᾶς οὐ [bl]παραστήσει τῷ θεῷ· οὔτε [bm]γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς [bn]ἀσθενέσιν. 10 ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 [bo]ἀπόλλυται γὰρ ὁ ἀσθενῶν [bp]ἐν τῇ σῇ γνώσει, [bq]ὁ ἀδελφὸς δι’ ὃν Χριστὸς ἀπέθανεν. 12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. 13 διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

Οὐκ εἰμὶ [br]ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ [bs]Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς [bt]μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.

Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν [bu]ἐστιν αὕτη. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ [bv]πεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν [bw]μὴ ἐργάζεσθαι; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ [bx]τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; [by]τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;

Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ [bz]καὶ ὁ νόμος ταῦτα οὐ λέγει; ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ [ca]κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ, 10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι [cb]ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν [cc]ἐπ’ ἐλπίδι τοῦ μετέχειν. 11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12 εἰ ἄλλοι τῆς [cd]ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;

Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή [ce]τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. 13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι [cf]τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ [cg]παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται; 14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.

15 Ἐγὼ δὲ [ch]οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου [ci]οὐδεὶς κενώσει. 16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ [cj]γάρ μοί ἐστιν ἐὰν μὴ [ck]εὐαγγελίσωμαι. 17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. 18 τίς οὖν [cl]μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ [cm]εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.

19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· 20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, [cn]μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· 21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος [co]θεοῦ ἀλλ’ ἔννομος [cp]Χριστοῦ, ἵνα [cq]κερδάνω [cr]τοὺς ἀνόμους· 22 ἐγενόμην τοῖς [cs]ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν [ct]γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. 23 [cu]πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.

24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε. 25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. 26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· 27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

10 Οὐ θέλω [cv]γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν [cw]ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ [cx]πνευματικὸν βρῶμα ἔφαγον καὶ πάντες τὸ αὐτὸ [cy]πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ [cz]πέτρα δὲ ἦν ὁ Χριστός· ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.

Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. μηδὲ ἐκπειράζωμεν τὸν [da]Χριστόν, [db]καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων [dc]ἀπώλλυντο. 10 μηδὲ γογγύζετε, [dd]καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα [de]δὲ [df]τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων [dg]κατήντηκεν. 12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ, 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ [dh]δύνασθαι ὑπενεγκεῖν.

14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία [di]ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· [dj]οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 τί οὖν φημι; ὅτι [dk]εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν τί ἐστιν; 20 ἀλλ’ ὅτι ἃ [dl]θύουσιν, δαιμονίοις [dm]καὶ οὐ θεῷ θύουσιν, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

23 [dn]Πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. [do]πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. 24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ [dp]ἑτέρου. 25 πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, 26 τοῦ [dq]κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 [dr]εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 28 ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο [ds]ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν [dt]συνείδησιν· 29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;

31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32 ἀπρόσκοποι [du]καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ [dv]σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. 11 μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

Ἐπαινῶ δὲ [dw]ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ [dx]τοῦ Χριστοῦ ὁ θεός. πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν [dy]αὐτῆς, ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· [dz]ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. 10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11 πλὴν οὔτε [ea]γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ· 12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. 13 ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; 14 [eb]οὐδὲ [ec]ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν, 15 γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου [ed]δέδοται. 16 εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.

17 Τοῦτο δὲ [ee]παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε. 18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα [ef]καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί [eg]εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.

23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ [eh]παρεδίδετο ἔλαβεν ἄρτον 24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ [ei]εἶπεν· Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ [ej]ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις [ek]ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26 ὁσάκις γὰρ [el]ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ [em]ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι [en]οὗ ἔλθῃ.

27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν [eo]ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου [ep]ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. 28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29 ὁ γὰρ ἐσθίων καὶ [eq]πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ [er]σῶμα. 30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31 εἰ [es]δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· 32 κρινόμενοι δὲ [et]ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. 34 [eu]εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.

12 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα [ev]Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· [ew]Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ.

Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, [ex]ὁ δὲ [ey]αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, [ez]ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, [fa]ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ [fb]ἑνὶ πνεύματι, 10 [fc]ἄλλῳ ἐνεργήματα δυνάμεων, [fd]ἄλλῳ προφητεία, [fe]ἄλλῳ διακρίσεις πνευμάτων, [ff]ἑτέρῳ γένη γλωσσῶν, [fg]ἄλλῳ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη [fh]πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ [fi]σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ [fj]πάντες ἓν πνεῦμα ἐποτίσθημεν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:7 οὖν WH Treg RP NA ] – NIV
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:8 τοῦτο WH Treg NIV ] ταῦτα RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:9 θεοῦ βασιλείαν WH Treg NIV ] βασιλείαν θεοῦ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 κλέπται οὔτε πλεονέκται WH Treg NIV ] πλεονέκται οὔτε κλέπται RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 οὐ WH Treg NIV ] οὔτε RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 θεοῦ WH Treg NIV ] + οὐ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:11 Ἰησοῦ RP ] Ἰησοῦ Χριστοῦ Treg NIV; ἡμῶν Ἰησοῦ Χριστοῦ WH
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:16 WH Treg NIV ] – RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:20 ὑμῶν WH Treg NIV ] + καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:1 ἐγράψατε WH NIV ] + μοι Treg RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:3 ὀφειλὴν WH Treg NIV ] ὀφειλομένην εὔνοιαν RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 σχολάσητε WH Treg NIV ] σχολάζητε RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 τῇ WH Treg NIV ] + νηστείᾳ καὶ τῇ RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 ἦτε WH Treg NIV ] συνέρχησθε RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 δὲ WH Treg NIV ] γὰρ RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 ἔχει χάρισμα WH Treg NIV ] χάρισμα ἔχει RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 *ὁ WH Treg NIV ] ὃς RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 *ὁ WH Treg NIV ] ὃς RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:8 αὐτοῖς WH Treg NIV ] + ἐστιν RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:9 γαμῆσαι Treg NIV RP ] γαμεῖν WH
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:12 λέγω ἐγώ WH Treg NIV ] ἐγώ λέγω RP
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:13 εἴ τις NIV ] ἥτις WH Treg RP
  23. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:13 οὗτος WH Treg NIV ] αὑτὸς RP
  24. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:13 τὸν ἄνδρα WH Treg NIV ] αὐτόν RP
  25. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:14 ἀδελφῷ WH Treg NIV ] ἀνδρί RP
  26. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:15 ἡμᾶς Treg NIV RP ] ὑμᾶς WH NA
  27. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 ἐμέρισεν NIV RP ] μεμέρικεν WH Treg
  28. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 κύριος WH Treg NIV ] θεός RP
  29. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 θεός WH Treg NIV ] κύριος RP
  30. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:18 κέκληταί τις WH Treg NIV ] τις ἐκλήθη RP
  31. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:22 ὁμοίως WH Treg NIV ] + καὶ RP
  32. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:28 γαμήσῃς WH Treg NIV ] γήμῃς RP
  33. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:29 ἐστίν τὸ λοιπὸν WH Treg NIV ] τὸ λοιπὸν ἐστίν RP
  34. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:31 τὸν κόσμον WH Treg NIV ] τῷ κόσμῳ τούτῳ RP
  35. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:32 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  36. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:33 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  37. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 καὶ WH Treg NIV ] – RP
  38. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἡ ἄγαμος WH Treg NIV ] – RP
  39. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 παρθένος WH Treg NIV ] + Ἡ ἄγαμος RP
  40. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  41. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  42. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  43. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 σύμφορον WH Treg NIV ] συμφέρον RP
  44. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 εὐπάρεδρον WH Treg NIV ] εὐπρόσεδρον RP
  45. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος WH Treg NIV ] ἑδραῖος ἐν τῇ καρδίᾳ RP
  46. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ἰδίᾳ καρδίᾳ WH Treg NIV ] καρδίᾳ αὐτοῦ RP
  47. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 τηρεῖν WH Treg NIV ] τοῦ τηρεῖν RP
  48. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ποιήσει WH Treg NIV ] ποιεῖ RP
  49. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 *γαμίζων WH Treg NIV ] ἐκγαμίζων RP
  50. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 τὴν παρθένον ἑαυτοῦ Treg ] τὴν ἑαυτοῦ παρθένον WH NIV; – RP
  51. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 καὶ ὁ WH Treg NIV ] ὁ δὲ RP
  52. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 *γαμίζων WH Treg NIV ] ἑκγαμίζων RP
  53. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 ποιήσει WH Treg NIV ] ποιεῖ RP
  54. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:39 δέδεται WH Treg NIV ] + νόμῳ RP
  55. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:39 δὲ WH Treg NIV ] + καί RP
  56. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:40 δὲ Treg NIV RP ] γὰρ WH
  57. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 εἴ WH Treg NIV ] + δέ RP
  58. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 ἐγνωκέναι WH Treg NIV ] εἰδέναι RP
  59. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 οὔπω WH Treg NIV ] οὐδέπω οὐδὲν RP
  60. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 ἔγνω WH Treg NIV ] ἔγνωκεν RP
  61. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:4 θεὸς WH Treg NIV ] + ἕτερος RP
  62. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:7 συνηθείᾳ WH Treg NIV ] συνειδήσει RP
  63. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:7 ἕως ἄρτι τοῦ εἰδώλου WH Treg NIV ] τοῦ εἰδώλου ἕως ἄρτι RP
  64. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:8 παραστήσει WH Treg NIV ] παρίστησιν RP
  65. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:8 γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα RP ] ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν WH NIV; ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεθα Treg
  66. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:9 ἀσθενέσιν WH Treg NIV ] ἀσθενοῦσιν RP
  67. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:11 ἀπόλλυται γὰρ WH Treg NIV ] Καὶ ἀπολεῖται RP
  68. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:11 ἐν WH Treg NIV ] ἀδελφὸς ἐπὶ RP
  69. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:11 ὁ ἀδελφὸς WH Treg NIV ] – RP
  70. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:1 ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος WH Treg NIV ] ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος RP
  71. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:1 Ἰησοῦν WH Treg NIV ] + Χριστὸν RP
  72. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:2 μου τῆς WH Treg NIV ] τῆς μου RP
  73. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:3 ἐστιν αὕτη WH Treg NIV ] αὕτη ἐστιν RP
  74. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:4 πεῖν WH NIV ] πιεῖν Treg RP
  75. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:6 μὴ WH Treg NIV] τοῦ μὴ RP
  76. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:7 τὸν καρπὸν WH Treg NIV ] ἐκ τοῦ καρποῦ RP
  77. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:7 τίς Holmes Tregmarg] ἢ τίς WH Treg NIV RP
  78. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:8 καὶ … ταῦτα οὐ WH Treg NIV ] οὐχὶ καὶ … ταῦτα RP
  79. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:9 κημώσεις Treg NIV ] φιμώσεις WH RP
  80. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:10 ὀφείλει ἐπ’ ἐλπίδι WH Treg NIV ] ἐπ’ ἐλπίδι ὀφείλει RP
  81. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:10 ἐπ’ ἐλπίδι τοῦ μετέχειν WH Treg NIV ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι RP
  82. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:12 ὑμῶν ἐξουσίας WH Treg NIV ] ἐξουσίας ὑμῶν RP
  83. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:12 τινα ἐγκοπὴν WH Treg NIV ] ἐγκοπὴν τινα RP
  84. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:13 τὰ WH Treg NIV ] – RP
  85. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:13 παρεδρεύοντες WH Treg NIV ] προσεδρεύοντες RP
  86. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:15 οὐ κέχρημαι οὐδενὶ WH Treg NIV ] οὐδενὶ ἐχρησάμην RP
  87. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:15 οὐδεὶς κενώσει WH Treg NIV ] ἵνα τις κενώσῃ RP
  88. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:16 γάρ WH Treg NIV ] δέ RP
  89. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:16 εὐαγγελίσωμαι WH Treg NIV ] εὐαγγελίζωμαι RP
  90. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:18 μού WH Treg NIV ] μοί RP
  91. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:18 εὐαγγέλιον WH Treg NIV ] + τοῦ Χριστοῦ RP
  92. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:20 μὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NIV ] – RP
  93. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 θεοῦ WH Treg NIV ] θεῷ RP
  94. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 Χριστοῦ WH Treg NIV ] Χριστῷ RP
  95. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 κερδάνω WH Treg NIV ] κερδήσω RP
  96. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:21 τοὺς WH Treg NIV ] – RP
  97. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:22 ἀσθενέσιν WH Treg NIV ] + ὡς RP
  98. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:22 γέγονα WH Treg NIV ] + τὰ RP
  99. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:23 πάντα WH Treg NIV ] Τοῦτο RP
  100. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:1 γὰρ WH Treg NIV ] δὲ RP
  101. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:2 ἐβαπτίσαντο WH Treg RP ] ἐβαπτίσθησαν NIV
  102. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:3 πνευματικὸν βρῶμα WH Treg NIV ] βρῶμα πνευματικὸν RP
  103. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:4 πνευματικὸν ἔπιον πόμα WH Treg NIV ] πόμα πνευματικὸν ἔπιον RP
  104. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:4 πέτρα δὲ WH Treg NIV ] δὲ πέτρα RP
  105. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 Χριστόν RP NA ] κύριον WH Treg NIV
  106. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 καθώς WH Treg NIV ] + καί RP
  107. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 ἀπώλλυντο WH Treg NIV ] ἀπώλοντο RP
  108. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:10 καθάπερ WH Treg NIV ] καθὼς καί RP
  109. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 δὲ WH Treg NIV ] + πάντα RP
  110. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 τυπικῶς συνέβαινεν WH Treg NIV ] τύποι συνέβαινον RP
  111. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 κατήντηκεν WH Treg NIV ] κατήντησεν RP
  112. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:13 δύνασθαι WH Treg NIV ] + ὑμᾶς RP
  113. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:16 ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ WH Treg NIV ] τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶν RP
  114. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:18 οὐχ WH NIV ] οὐχὶ RP Treg
  115. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:19 εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NIV] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP
  116. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:20 θύουσιν NIV ] θύουσιν τὰ ἔθνη WH Treg; θύει τὰ ἔθνη RP
  117. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:20 καὶ οὐ θεῷ θύουσιν WH Treg NIV ] θύει καὶ οὐ θεῷ RP
  118. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:23 *Πάντα WH Treg NIV ] + μοι RP
  119. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:23 *πάντα WH Treg NIV ] + μοι RP
  120. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:24 ἑτέρου WH Treg NIV ] + ἕκαστος RP
  121. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:26 κυρίου γὰρ WH Treg NIV ] γὰρ κυρίου RP
  122. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:27 εἴ WH Treg NIV ] + δέ RP
  123. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:28 ἱερόθυτόν WH Treg NIV ] εἰδωλόθυτόν RP
  124. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:28 συνείδησιν WH Treg NIV ] + Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς RP
  125. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:32 καὶ Ἰουδαίοις γίνεσθε WH Treg NIV ] γίνεσθε καὶ Ἰουδαίοις RP
  126. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:33 σύμφορον WH Treg NIV ] συμφέρον RP
  127. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:2 ὑμᾶς WH Treg NIV ] + ἀδελφοί RP
  128. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:3 τοῦ WH Treg NIV ] – RP
  129. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:5 αὐτῆς WH Treg NIV ] ἑαυτῆς RP
  130. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:7 WH Treg NIV ] – RP
  131. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:11 γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς WH Treg NIV ] ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς RP
  132. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:14 οὐδὲ WH Treg NIV] ἢ οὐδὲ RP
  133. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:14 ἡ φύσις αὐτὴ WH Treg NIV ] αὐτὴ ἡ φύσις RP
  134. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:15 δέδοται RP ] + αὐτῇ WH Treg NIV
  135. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:17 παραγγέλλων οὐκ ἐπαινῶ WH NIV RP ] παραγγέλλω οὐκ ἐπαινῶν Treg
  136. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:19 καὶ WH Treg NIV ] – RP
  137. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:22 εἴπω ὑμῖν WH Treg NIV ] ὑμῖν εἴπω RP
  138. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:23 παρεδίδετο WH Treg NIV ] παρεδίδοτο RP
  139. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:24 εἶπεν WH Treg NIV ] + Λάβετε φάγετε RP
  140. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:24 ὑμῶν WH Treg NIV ] + κλώμενον RP
  141. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:25 ἐὰν WH Treg NIV ] ἂν RP
  142. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:26 ἐὰν WH Treg NIV ] ἂν RP
  143. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:26 ποτήριον WH Treg NIV ] + τοῦτο RP
  144. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:26 οὗ WH Treg NIV ] + ἂν RP
  145. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:27 ἄρτον WH Treg NIV ] + τοῦτον RP
  146. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:27 ἀναξίως WH Treg NIV ] + τοῦ κυρίου RP
  147. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:29 πίνων WH Treg NIV ] + ἀναξίως RP
  148. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:29 σῶμα WH Treg NA ] + τοῦ κυρίου NIV RP
  149. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:31 δὲ WH Treg NIV ] γὰρ RP
  150. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:32 ὑπὸ RP ] + τοῦ WH Treg NIV
  151. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:34 εἴ WH Treg NIV ] + δέ RP
  152. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:3 Ἰησοῦς WH Treg NIV ] Ἰησοῦν RP
  153. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:3 Κύριος Ἰησοῦς WH Treg NIV ] Κύριον Ἰησοῦν RP
  154. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH
  155. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 αὐτὸς WH Treg NIV ] + ἐστιν RP
  156. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  157. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  158. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑνὶ WH Treg NIV ] αὐτῷ RP
  159. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  160. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  161. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  162. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  163. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  164. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:12 πολλὰ ἔχει WH Treg NIV ] ἔχει πολλὰ RP
  165. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:12 σώματος WH Treg NIV ] + τοῦ ἑνός RP
  166. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:13 πάντες WH Treg NIV ] + εἰς RP