Add parallel Print Page Options

16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. 17 διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν [a]μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ [b]Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18 ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· 19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, 20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει. 21 τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;

Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς [c]ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα [d]ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο [e]ποιήσας;

Ἐγὼ μὲν γάρ, [f]ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν [g]Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν [h]Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ [i]κυρίου.

Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα [j]ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 [k]οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις [l]καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ [m]ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ [n]μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, 13 τοὺς δὲ ἔξω ὁ θεὸς [o]κρίνει; [p]ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 4:17 μου τέκνον WH Treg NIV ] τέκνον μου RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 4:17 Ἰησοῦ WH NIV ] – Treg RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:1 ἔθνεσιν WH Treg NIV ] + ὀνομάζεται RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:2 ἀρθῇ WH Treg NIV ] ἐξαρθῇ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:2 ποιήσας Treg RP ] πράξας WH NIV
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:3 ἀπὼν WH Treg NIV ] ὡς ἀπὼν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:4 *Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:4 *Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:5 κυρίου WH NIV ] + Ἰησοῦ Treg RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:7 ἡμῶν WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 οὐ WH Treg NIV ] καὶ οὐ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 καὶ WH Treg NIV ] ἢ RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 ὠφείλετε WH Treg NIV ] ὀφείλετε RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:12 μοι WH Treg NIV ] + καί RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:13 κρίνει WH Treg ] κρινεῖ NIV RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:13 ἐξάρατε WH Treg NIV ] Καί ἐξαρεῖτε RP