Add parallel Print Page Options

14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ [a]νουθετῶν· 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. 17 διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν [b]μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ [c]Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18 ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· 19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, 20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει. 21 τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;

Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς [d]ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα [e]ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο [f]ποιήσας;

Ἐγὼ μὲν γάρ, [g]ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν [h]Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν [i]Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ [j]κυρίου.

Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα [k]ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 [l]οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις [m]καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ [n]ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ [o]μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, 13 τοὺς δὲ ἔξω ὁ θεὸς [p]κρίνει; [q]ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 4:14 νουθετῶν WH NIV ] νουθετῶ Treg RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 4:17 μου τέκνον WH Treg NIV ] τέκνον μου RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 4:17 Ἰησοῦ WH NIV ] – Treg RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:1 ἔθνεσιν WH Treg NIV ] + ὀνομάζεται RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:2 ἀρθῇ WH Treg NIV ] ἐξαρθῇ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:2 ποιήσας Treg RP ] πράξας WH NIV
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:3 ἀπὼν WH Treg NIV ] ὡς ἀπὼν RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:4 *Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:4 *Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:5 κυρίου WH NIV ] + Ἰησοῦ Treg RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:7 ἡμῶν WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 οὐ WH Treg NIV ] καὶ οὐ RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 καὶ WH Treg NIV ] ἢ RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 ὠφείλετε WH Treg NIV ] ὀφείλετε RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:12 μοι WH Treg NIV ] + καί RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:13 κρίνει WH Treg ] κρινεῖ NIV RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:13 ἐξάρατε WH Treg NIV ] Καί ἐξαρεῖτε RP