ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1-17
SBL Greek New Testament
3 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην [a]λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς [b]σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. 2 γάλα ὑμᾶς ἐπότισα, [c]οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ [d]οὐδὲ ἔτι νῦν δύνασθε, 3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ [e]ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4 ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, [f]οὐκ ἄνθρωποί ἐστε;
5 [g]Τί οὖν ἐστιν [h]Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; [i]διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. 6 ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· 7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός. 8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον, 9 θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.
10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον [j]ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν [k]θεμέλιον [l]χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [m]αὐτὸ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ [n]οἰκεῖ ἐν ὑμῖν; 17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 λαλῆσαι ὑμῖν WH Treg NIV ] ὑμῖν λαλῆσαι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 σαρκίνοις WH Treg NIV ] σαρκικοῖς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐ WH Treg NIV ] καὶ οὐ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐδὲ WH Treg NIV ] οὖτε RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:3 ἔρις WH Treg NIV ] + καὶ διχοστασίαι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:4 οὐκ ἄνθρωποί WH Treg NIV ] οὐχὶ σαρκικοί RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 Τί WH Treg NIV ] Τίς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 Ἀπολλῶς τί δέ ἐστιν Παῦλος WH Treg NIV] Παῦλος τίς δὲ Ἀπολλώς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 διάκονοι WH Treg NIV ] ἀλλ᾽ ἢ διάκονοι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:10 ἔθηκα WH Treg NIV ] τέθεικα RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:12 θεμέλιον WH Treg NIV ] + τοῦτον RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:12 χρυσόν ἄργυρον WH NIV RP ] χρυσίον ἀργύριον Treg
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:13 αὐτὸ WH Treg NA ] – NIV RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:16 οἰκεῖ ἐν ὑμῖν Treg NIV RP ] ἐν ὑμῖν οἰκεῖ WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software