Add parallel Print Page Options

15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. 16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· 17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις [a]ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19 εἰ ἐν τῇ ζωῇ ταύτῃ [b]ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.

20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν [c]κεκοιμημένων. 21 ἐπειδὴ γὰρ δι’ ἀνθρώπου [d]θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν· 22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται. 23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 24 εἶτα τὸ τέλος, ὅταν [e]παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, 25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι [f]οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, 27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, [g]τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς [h]πάντα ἐν πᾶσιν.

29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ [i]αὐτῶν; 30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; 31 καθ’ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν [j]καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. 32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. 33 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. 34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν [k]λαλῶ.

35 Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; 36 [l]ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ θεὸς [m]δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων [n]ἴδιον σῶμα. 39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ [o]σὰρξ πτηνῶν, ἄλλη δὲ [p]ἰχθύων. 40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.

42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. [q]Εἰ ἔστιν σῶμα ψυχικόν, [r]ἔστιν καὶ πνευματικόν. 45 οὕτως καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. 46 ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος [s]ἄνθρωπος ἐξ οὐρανοῦ. 48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, [t]φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ [u]δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· [v]πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα, 52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54 ὅταν δὲ τὸ [w]φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται [x]ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. 55 ποῦ σου, θάνατε, τὸ [y]νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; 56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· 57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

16 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. κατὰ μίαν [z]σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι [aa]ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. ὅταν δὲ παραγένωμαι, οὓς [ab]ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· ἐὰν δὲ [ac]ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.

Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, πρὸς ὑμᾶς δὲ τυχὸν [ad]παραμενῶ ἢ [ae]καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω [af]γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος [ag]ἐπιτρέψῃ. [ah]ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.

10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς [ai]κἀγώ· 11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός [aj]με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.

12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.

15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ [ak]ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. [al]ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ [am]Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν [an]κύριον, ἤτω ἀνάθεμα. [ao]Μαράνα θά. 23 ἡ χάρις τοῦ κυρίου [ap]Ἰησοῦ μεθ’ ὑμῶν. 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ [aq]Ἰησοῦ.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:17 ὑμῶν Treg NIV RP ] + ἐστίν WH
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:19 ἐν Χριστῷ ἠλπικότες ἐσμὲν WH Treg NIV ] ἠλπικότες ἐσμὲν ἐν Χριστῷ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:20 κεκοιμημένων WH Treg NIV ] + ἐγένετο RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:21 θάνατος WH Treg NIV ] ὁ θάνατος RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:24 παραδιδῷ WH NIV ] παραδιδοῖ Treg; παραδῷ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:25 οὗ WH Treg NIV ] + ἄν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:28 τότε Treg NIV ] + καὶ WH RP NA
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:28 πάντα WH Treg NIV ] τὰ πάντα RP NA
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:29 αὐτῶν WH Treg NIV ] τῶν νεκρῶν RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:31 καύχησιν RP ] + ἀδελφοί WH Treg NIV
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:34 λαλῶ WH Treg NIV ] λέγω RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:36 ἄφρων WH Treg NIV ] Ἄφρον RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:38 δίδωσιν αὐτῷ WH Treg NIV ] αὐτῷ δίδωσιν RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:38 ἴδιον WH Treg NIV ] τὸ ἴδιον RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:39 σὰρξ πτηνῶν WH Treg NIV ] ἰχθύων RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:39 ἰχθύων WH Treg NIV ] πτηνῶν RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:44 Εἰ WH Treg NIV ] – RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:44 ἔστιν καὶ WH Treg NIV ] καὶ ἔστιν σῶμα RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:47 ἄνθρωπος WH Treg NIV ] + ὁ κύριος RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:49 φορέσομεν NIV ] φορέσωμεν WH Treg RP
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:50 δύναται WH Treg NIV ] δύνανται RP
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:51 πάντες WH Treg NIV ] + μὲν RP
  23. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:54 φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ Treg NIV RP ] – WH
  24. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:54 ἀθανασίαν Treg NIV RP ] τὴν ἀθανασίαν WH
  25. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:55 νῖκος ποῦ σου θάνατε τὸ κέντρον WH Treg NIV ] κέντρον Ποῦ σου ᾍδη τὸ νῖκος RP
  26. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:2 σαββάτου WH Treg NIV ] σαββάτων RP
  27. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:2 ἐὰν WH Treg NIV ] ἂν RP
  28. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:3 ἐὰν WH NIV RP ] ἂν Treg
  29. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:4 ἄξιον ᾖ WH Treg NIV ] ᾖ ἄξιον RP
  30. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:6 παραμενῶ Treg NIV RP ] καταμενῶ WH
  31. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:6 καὶ Treg NIV RP ] – WH
  32. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:7 γὰρ WH Treg NIV ] δὲ RP
  33. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:7 ἐπιτρέψῃ WH Treg NIV ] ἐπιτρέπῃ RP
  34. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:8 ἐπιμενῶ Treg NIV RP ] ἐπιμένω WH
  35. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:10 κἀγώ NIV Treg RP ] ἐγώ WH
  36. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:11 με WH NIV RP ] ἐμέ Treg
  37. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:17 ὑμέτερον WH Treg NIV ] ὑμῶν RP
  38. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:19 ἀσπάζεται WH NIV ] ἀσπάζονται Treg RP
  39. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:19 Πρίσκα WH Treg NIV ] Πρίσκιλλα RP
  40. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:22 κύριον WH Treg NIV ] + Ἰησοῦν Χριστόν RP
  41. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:22 Μαράνα θά NIV] Μαρὰν ἀθά WH Treg RP
  42. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:23 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  43. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:24 Ἰησοῦ WH Treg NIV ] + Ἀμήν RP