Add parallel Print Page Options

15 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.

Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ [a]ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ [b]πλείονες μένουσιν ἕως ἄρτι, τινὲς [c]δὲ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· 10 χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ [d]ἡ σὺν ἐμοί. 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.

12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν [e]ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν [f]ἄρα τὸ κήρυγμα ἡμῶν, [g]κενὴ καὶ ἡ πίστις [h]ὑμῶν, 15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:4 ἡμέρᾳ τῇ τρίτῃ WH Treg NIV ] τρίτῃ ἡμέρᾳ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:6 πλείονες WH Treg NIV ] πλείους RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:6 δὲ WH Treg NIV ] + καὶ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:10 NIV RP ] – WH Treg
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:12 ἐν ὑμῖν τινες WH Treg NIV ] τινες ἐν ὑμῖν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:14 ἄρα WH Treg RP ] + καὶ NIV
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:14 κενὴ WH Treg NIV ] + δὲ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:14 ὑμῶν Treg NIV RP ] ἡμῶν WH