Add parallel Print Page Options

καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, [a]ὁ δὲ [b]αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, [c]ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, [d]ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ [e]ἑνὶ πνεύματι, 10 [f]ἄλλῳ ἐνεργήματα δυνάμεων, [g]ἄλλῳ προφητεία, [h]ἄλλῳ διακρίσεις πνευμάτων, [i]ἑτέρῳ γένη γλωσσῶν, [j]ἄλλῳ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη [k]πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ [l]σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ [m]πάντες ἓν πνεῦμα ἐποτίσθημεν.

14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 αὐτὸς WH Treg NIV ] + ἐστιν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑνὶ WH Treg NIV ] αὐτῷ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:12 πολλὰ ἔχει WH Treg NIV ] ἔχει πολλὰ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:12 σώματος WH Treg NIV ] + τοῦ ἑνός RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:13 πάντες WH Treg NIV ] + εἰς RP