Add parallel Print Page Options

10 μηδὲ γογγύζετε, [a]καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα [b]δὲ [c]τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων [d]κατήντηκεν. 12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ, 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ [e]δύνασθαι ὑπενεγκεῖν.

14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία [f]ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· [g]οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; 19 τί οὖν φημι; ὅτι [h]εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν τί ἐστιν; 20 ἀλλ’ ὅτι ἃ [i]θύουσιν, δαιμονίοις [j]καὶ οὐ θεῷ θύουσιν, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

23 [k]Πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. [l]πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. 24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ [m]ἑτέρου. 25 πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, 26 τοῦ [n]κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 27 [o]εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 28 ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο [p]ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν [q]συνείδησιν· 29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;

31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32 ἀπρόσκοποι [r]καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ [s]σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:10 καθάπερ WH Treg NIV ] καθὼς καί RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 δὲ WH Treg NIV ] + πάντα RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 τυπικῶς συνέβαινεν WH Treg NIV ] τύποι συνέβαινον RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 κατήντηκεν WH Treg NIV ] κατήντησεν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:13 δύνασθαι WH Treg NIV ] + ὑμᾶς RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:16 ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ WH Treg NIV ] τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:18 οὐχ WH NIV ] οὐχὶ RP Treg
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:19 εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NIV] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:20 θύουσιν NIV ] θύουσιν τὰ ἔθνη WH Treg; θύει τὰ ἔθνη RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:20 καὶ οὐ θεῷ θύουσιν WH Treg NIV ] θύει καὶ οὐ θεῷ RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:23 *Πάντα WH Treg NIV ] + μοι RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:23 *πάντα WH Treg NIV ] + μοι RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:24 ἑτέρου WH Treg NIV ] + ἕκαστος RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:26 κυρίου γὰρ WH Treg NIV ] γὰρ κυρίου RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:27 εἴ WH Treg NIV ] + δέ RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:28 ἱερόθυτόν WH Treg NIV ] εἰδωλόθυτόν RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:28 συνείδησιν WH Treg NIV ] + Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:32 καὶ Ἰουδαίοις γίνεσθε WH Treg NIV ] γίνεσθε καὶ Ἰουδαίοις RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:33 σύμφορον WH Treg NIV ] συμφέρον RP