ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:26-3:4
SBL Greek New Testament
26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα [a]καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, [b]τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη [c]σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, 31 ἵνα καθὼς γέγραπται· Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.
2 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ [d]μαρτύριον τοῦ θεοῦ. 2 οὐ γὰρ ἔκρινά [e]τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον· 3 κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, 4 καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν [f]πειθοῖ σοφίας ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, 5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει θεοῦ.
6 Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· 7 ἀλλὰ λαλοῦμεν [g]θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· 8 ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν· 9 ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, [h]ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 10 ἡμῖν [i]γὰρ [j]ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ [k]πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. 11 τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς [l]ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. 12 ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· 13 ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς [m]πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
14 Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται· 15 ὁ δὲ πνευματικὸς ἀνακρίνει [n]τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. 16 τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
3 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην [o]λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς [p]σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. 2 γάλα ὑμᾶς ἐπότισα, [q]οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ [r]οὐδὲ ἔτι νῦν δύνασθε, 3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ [s]ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; 4 ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, [t]οὐκ ἄνθρωποί ἐστε;
Footnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:27 καταισχύνῃ τοὺς σοφούς WH Treg NIV ] τοὺς σοφούς καταισχύνῃ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:28 τὰ Treg NIV ] καὶ τὰ WH RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:30 σοφία ἡμῖν WH Treg NIV ] ἡμῖν σοφία RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:1 μαρτύριον Treg NIV RP ] μυστήριον WH NA
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:2 τι εἰδέναι WH Treg NIV ] τοῦ εἰδέναι τι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:4 πειθοῖ σοφίας Holmes ] πειθοῖς σοφίας λόγοις WH Treg NIV; πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:7 θεοῦ σοφίαν WH Treg NIV ] σοφίαν θεοῦ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:9 ὅσα WH Treg ] ἃ NIV RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:10 γὰρ WH ] δὲ Treg NIV RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:10 ἀπεκάλυψεν ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς ἀπεκάλυψεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:10 πνεύματος WH Treg NIV ] + αὐτοῦ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:11 ἔγνωκεν WH Treg NIV ] οἶδεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:13 πνεύματος WH Treg NIV ] + ἁγίου RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:15 τὰ NIV ] μὲν WH Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 λαλῆσαι ὑμῖν WH Treg NIV ] ὑμῖν λαλῆσαι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 σαρκίνοις WH Treg NIV ] σαρκικοῖς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐ WH Treg NIV ] καὶ οὐ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐδὲ WH Treg NIV ] οὖτε RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:3 ἔρις WH Treg NIV ] + καὶ διχοστασίαι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:4 οὐκ ἄνθρωποί WH Treg NIV ] οὐχὶ σαρκικοί RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software