ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:3-11
SBL Greek New Testament
3 εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, 4 τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί, 5 διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν [a]εὐσέβειαν. 6 ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· 7 οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, [b]ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· 8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. 9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν· 10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
11 Σὺ δέ, ὦ ἄνθρωπε [c]θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, [d]πραϋπαθίαν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:5 εὐσέβειαν WH Treg NIV ] + Ἀφίστασο ἀπὸ τῶν τοιούτων RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:7 ὅτι WH Treg NIV ] δῆλον ὅτι RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:11 θεοῦ WH Treg NIV ] τοῦ θεοῦ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:11 πραϋπαθίαν WH Treg NIV ] πρᾳότητα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software