Add parallel Print Page Options

Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ [a]συνεργὸν τοῦ [b]θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι [c]ὑπὲρ τῆς πίστεως ὑμῶν τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.

Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ’ ὑμῖν ἐπὶ πάσῃ τῇ [d]ἀνάγκῃ καὶ θλίψει ἡμῶν διὰ τῆς ὑμῶν πίστεως, ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ. τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν, 10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;

11 Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν [e]Ἰησοῦς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· 12 ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, 13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν [f]Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων [g]αὐτοῦ.

Λοιπὸν [h]οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ, [i]ἵνα καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, [j]καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον. οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ. τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος [k]κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα. οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ’ ἐν ἁγιασμῷ. τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν [l]καὶ [m]διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.

Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· 10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, 11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι [n]ταῖς χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, 12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.

Footnotes

  1. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 3:2 συνεργὸν NIV ] διάκονον WH Treg RP
  2. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 3:2 θεοῦ WH Treg NIV ] + καὶ συνεργὸν ἡμῶν RP
  3. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 3:2 ὑπὲρ WH Treg NIV ] ὑμᾶς περὶ RP
  4. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 3:7 ἀνάγκῃ καὶ θλίψει WH Treg NIV ] θλίψει καὶ ἀνάγκῃ RP
  5. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 3:11 Ἰησοῦς WH Treg NIV ] + Χριστός RP
  6. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 3:13 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  7. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 3:13 αὐτοῦ WH Treg NIV RP ] + ἀμήν NA
  8. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 4:1 οὖν Treg NIV RP ] – WH
  9. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 4:1 ἵνα WH Treg NIV ] – RP
  10. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 4:1 καθὼς καὶ περιπατεῖτε WH Treg NIV ] – RP
  11. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 4:6 κύριος WH Treg NIV ] ὁ κύριος RP
  12. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 4:8 καὶ NIV RP ] – WH Treg
  13. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 4:8 διδόντα WH Treg NIV ] δόντα RP
  14. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 4:11 ταῖς WH Treg NIV ] + ἰδίαις RP NA

διο μηκετι στεγοντες ευδοκησαμεν καταλειφθηναι εν αθηναις μονοι

και επεμψαμεν τιμοθεον τον αδελφον ημων και διακονον του θεου και συνεργον ημων εν τω ευαγγελιω του χριστου εις το στηριξαι υμας και παρακαλεσαι υμας περι της πιστεως υμων

τω μηδενα σαινεσθαι εν ταις θλιψεσιν ταυταις αυτοι γαρ οιδατε οτι εις τουτο κειμεθα

και γαρ οτε προς υμας ημεν προελεγομεν υμιν οτι μελλομεν θλιβεσθαι καθως και εγενετο και οιδατε

δια τουτο καγω μηκετι στεγων επεμψα εις το γνωναι την πιστιν υμων μηπως επειρασεν υμας ο πειραζων και εις κενον γενηται ο κοπος ημων

αρτι δε ελθοντος τιμοθεου προς ημας αφ υμων και ευαγγελισαμενου ημιν την πιστιν και την αγαπην υμων και οτι εχετε μνειαν ημων αγαθην παντοτε επιποθουντες ημας ιδειν καθαπερ και ημεις υμας

δια τουτο παρεκληθημεν αδελφοι εφ υμιν επι παση τη θλιψει και αναγκη ημων δια της υμων πιστεως

οτι νυν ζωμεν εαν υμεις στηκητε εν κυριω

τινα γαρ ευχαριστιαν δυναμεθα τω θεω ανταποδουναι περι υμων επι παση τη χαρα η χαιρομεν δι υμας εμπροσθεν του θεου ημων

10 νυκτος και ημερας υπερ εκπερισσου δεομενοι εις το ιδειν υμων το προσωπον και καταρτισαι τα υστερηματα της πιστεως υμων

11 αυτος δε ο θεος και πατηρ ημων και ο κυριος ημων ιησους χριστος κατευθυναι την οδον ημων προς υμας

12 υμας δε ο κυριος πλεονασαι και περισσευσαι τη αγαπη εις αλληλους και εις παντας καθαπερ και ημεις εις υμας

13 εις το στηριξαι υμων τας καρδιας αμεμπτους εν αγιωσυνη εμπροσθεν του θεου και πατρος ημων εν τη παρουσια του κυριου ημων ιησου χριστου μετα παντων των αγιων αυτου

το λοιπον ουν αδελφοι ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκειν θεω ινα περισσευητε μαλλον

οιδατε γαρ τινας παραγγελιας εδωκαμεν υμιν δια του κυριου ιησου

τουτο γαρ εστιν θελημα του θεου ο αγιασμος υμων απεχεσθαι υμας απο της πορνειας

ειδεναι εκαστον υμων το εαυτου σκευος κτασθαι εν αγιασμω και τιμη

μη εν παθει επιθυμιας καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον

το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικος ο κυριος περι παντων τουτων καθως και προειπαμεν υμιν και διεμαρτυραμεθα

ου γαρ εκαλεσεν ημας ο θεος επι ακαθαρσια αλλ εν αγιασμω

τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα τον θεον τον και δοντα το πνευμα αυτου το αγιον εις ημας

περι δε της φιλαδελφιας ου χρειαν εχετε γραφειν υμιν αυτοι γαρ υμεις θεοδιδακτοι εστε εις το αγαπαν αλληλους

10 και γαρ ποιειτε αυτο εις παντας τους αδελφους τους εν ολη τη μακεδονια παρακαλουμεν δε υμας αδελφοι περισσευειν μαλλον

11 και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταις ιδιαις χερσιν υμων καθως υμιν παρηγγειλαμεν

12 ινα περιπατητε ευσχημονως προς τους εξω και μηδενος χρειαν εχητε