Add parallel Print Page Options

καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, ὥστε γενέσθαι ὑμᾶς [a]τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ [b]ἐν τῇ Ἀχαΐᾳ. ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ [c]καὶ Ἀχαΐᾳ, [d]ἀλλ’ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν [e]ἔχειν ἡμᾶς λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, 10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς [f]ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:7 τύπον WH Treg NIV ] τύπους RP
  2. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:7 ἐν WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:8 καὶ WH Treg ] + ἐν τῇ NIV RP
  4. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:8 ἀλλ᾽ WH Treg NIV ] ἀλλὰ καὶ RP
  5. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:8 ἔχειν ἡμᾶς WH Treg NIV ] ἡμᾶς ἔχειν RP
  6. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1:10 ἐκ WH Treg NIV ] ἀπὸ RP

και υμεις μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρας πνευματος αγιου

ωστε γενεσθαι υμας τυπους πασιν τοις πιστευουσιν εν τη μακεδονια και τη αχαια

αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και αχαια αλλα και εν παντι τοπω η πιστις υμων η προς τον θεον εξεληλυθεν ωστε μη χρειαν ημας εχειν λαλειν τι

αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον εχομεν προς υμας και πως επεστρεψατε προς τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω

10 και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ νεκρων ιησουν τον ρυομενον ημας απο της οργης της ερχομενης

Read full chapter