Add parallel Print Page Options

Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε [a]εἰς προσευχάς· πρὸ [b]πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη [c]καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ [d]γογγυσμοῦ· 10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος [e]ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 4:7 εἰς WH Treg NIV] + τὰς RP
  2. ΠΕΤΡΟΥ Α΄ 4:8 πάντων WH Treg NIV] + δὲ RP
  3. ΠΕΤΡΟΥ Α΄ 4:8 καλύπτει WH Treg NIV] καλύψει RP
  4. ΠΕΤΡΟΥ Α΄ 4:9 γογγυσμοῦ WH Treg NIV] + γογγυσμῶν RP
  5. ΠΕΤΡΟΥ Α΄ 4:11 ἧς WH Treg NIV] ὡς RP

παντων δε το τελος ηγγικεν σωφρονησατε ουν και νηψατε εις τας προσευχας

προ παντων δε την εις εαυτους αγαπην εκτενη εχοντες οτι αγαπη καλυψει πληθος αμαρτιων

φιλοξενοι εις αλληλους ανευ γογγυσμων

10 εκαστος καθως ελαβεν χαρισμα εις εαυτους αυτο διακονουντες ως καλοι οικονομοι ποικιλης χαριτος θεου

11 ει τις λαλει ως λογια θεου ει τις διακονει ως εξ ισχυος ης χορηγει ο θεος ινα εν πασιν δοξαζηται ο θεος δια ιησου χριστου ω εστιν η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην

Read full chapter