Add parallel Print Page Options

Χριστοῦ οὖν [a]παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ [b]παθὼν σαρκὶ πέπαυται [c]ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς [d]γὰρ ὁ παρεληλυθὼς [e]χρόνος τὸ [f]βούλημα τῶν ἐθνῶν [g]κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως [h]ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 4:1 παθόντος WH Treg NIV] + ὑπὲρ ἡμῶν RP
  2. ΠΕΤΡΟΥ Α΄ 4:1 παθὼν WH Treg NIV] + ἐν RP
  3. ΠΕΤΡΟΥ Α΄ 4:1 ἁμαρτίας Treg NIV RP] ἁμαρτίαις WH
  4. ΠΕΤΡΟΥ Α΄ 4:3 γὰρ WH Treg NIV] + ἡμῖν RP
  5. ΠΕΤΡΟΥ Α΄ 4:3 χρόνος WH Treg NIV] + τοῦ βίου RP
  6. ΠΕΤΡΟΥ Α΄ 4:3 βούλημα WH Treg NIV] θέλημα RP
  7. ΠΕΤΡΟΥ Α΄ 4:3 κατειργάσθαι WH Treg NIV] κατεργάσασθαι RP
  8. ΠΕΤΡΟΥ Α΄ 4:5 ἔχοντι κρῖναι Treg NIV RP] κρίνοντι WH

χριστου ουν παθοντος υπερ ημων σαρκι και υμεις την αυτην εννοιαν οπλισασθε οτι ο παθων εν σαρκι πεπαυται αμαρτιας

εις το μηκετι ανθρωπων επιθυμιαις αλλα θεληματι θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον

αρκετος γαρ ημιν ο παρεληλυθως χρονος του βιου το θελημα των εθνων κατεργασασθαι πεπορευμενους εν ασελγειαις επιθυμιαις οινοφλυγιαις κωμοις ποτοις και αθεμιτοις ειδωλολατρειαις

εν ω ξενιζονται μη συντρεχοντων υμων εις την αυτην της ασωτιας αναχυσιν βλασφημουντες

οι αποδωσουσιν λογον τω ετοιμως εχοντι κριναι ζωντας και νεκρους

εις τουτο γαρ και νεκροις ευηγγελισθη ινα κριθωσιν μεν κατα ανθρωπους σαρκι ζωσιν δε κατα θεον πνευματι

Read full chapter