Add parallel Print Page Options

13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. 14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 διότι γέγραπται [a]ὅτι Ἅγιοι [b]ἔσεσθε, ὅτι ἐγὼ [c]ἅγιος.

17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ [d]ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς 21 τοὺς δι’ αὐτοῦ [e]πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.

22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς [f]ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον [g]ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ [h]μένοντος·

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 1:16 ὅτι WH NIV] – Treg RP
  2. ΠΕΤΡΟΥ Α΄ 1:16 ἔσεσθε WH Treg NIV] γίνεσθε RP
  3. ΠΕΤΡΟΥ Α΄ 1:16 ἅγιος WH Treg] + εἰμι NIV RP
  4. ΠΕΤΡΟΥ Α΄ 1:20 ἐσχάτου WH Treg NIV] ἐσχάτων RP
  5. ΠΕΤΡΟΥ Α΄ 1:21 πιστοὺς WH Treg NIV] πιστεύοντας RP
  6. ΠΕΤΡΟΥ Α΄ 1:22 ἀληθείας WH Treg NIV] + διὰ πνεύματος RP
  7. ΠΕΤΡΟΥ Α΄ 1:22 ἐκ WH Treg NIV] + καθαρᾶς RP NA
  8. ΠΕΤΡΟΥ Α΄ 1:23 μένοντος WH Treg NIV] + εἰς τὸν αἰῶνα RP

13 διο αναζωσαμενοι τας οσφυας της διανοιας υμων νηφοντες τελειως ελπισατε επι την φερομενην υμιν χαριν εν αποκαλυψει ιησου χριστου

14 ως τεκνα υπακοης μη συσχηματιζομενοι ταις προτερον εν τη αγνοια υμων επιθυμιαις

15 αλλα κατα τον καλεσαντα υμας αγιον και αυτοι αγιοι εν παση αναστροφη γενηθητε

16 διοτι γεγραπται αγιοι γενεσθε οτι εγω αγιος ειμι

17 και ει πατερα επικαλεισθε τον απροσωποληπτως κρινοντα κατα το εκαστου εργον εν φοβω τον της παροικιας υμων χρονον αναστραφητε

18 ειδοτες οτι ου φθαρτοις αργυριω η χρυσιω ελυτρωθητε εκ της ματαιας υμων αναστροφης πατροπαραδοτου

19 αλλα τιμιω αιματι ως αμνου αμωμου και ασπιλου χριστου

20 προεγνωσμενου μεν προ καταβολης κοσμου φανερωθεντος δε επ εσχατων των χρονων δι υμας

21 τους δι αυτου πιστευοντας εις θεον τον εγειραντα αυτον εκ νεκρων και δοξαν αυτω δοντα ωστε την πιστιν υμων και ελπιδα ειναι εις θεον

22 τας ψυχας υμων ηγνικοτες εν τη υπακοη της αληθειας δια πνευματος εις φιλαδελφιαν ανυποκριτον εκ καθαρας καρδιας αλληλους αγαπησατε εκτενως

23 αναγεγεννημενοι ουκ εκ σπορας φθαρτης αλλα αφθαρτου δια λογου ζωντος θεου και μενοντος εις τον αιωνα

Read full chapter