ΠΕΤΡΟΥ Α΄ 3:1-7
SBL Greek New Testament
3 [a]Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα [b]καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, 4 ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ [c]πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 5 οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι [d]εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6 ὡς Σάρρα [e]ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7 Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ [f]συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
Read full chapterFootnotes
- ΠΕΤΡΟΥ Α΄ 3:1 Ὁμοίως WH Treg] + αἱ NIV RP
- ΠΕΤΡΟΥ Α΄ 3:1 καὶ Treg NIV RP] – WH
- ΠΕΤΡΟΥ Α΄ 3:4 πραέως καὶ ἡσυχίου Treg NIV RP] ἡσυχίου καὶ πραέως WH
- ΠΕΤΡΟΥ Α΄ 3:5 εἰς WH Treg NIV] ἐπὶ RP
- ΠΕΤΡΟΥ Α΄ 3:6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
- ΠΕΤΡΟΥ Α΄ 3:7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software