Add parallel Print Page Options

17 Εἰ μὴ ἑκάστῳ ὡς [a]ἐμέρισεν ὁ [b]κύριος, ἕκαστον ὡς κέκληκεν ὁ [c]θεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18 περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ [d]κέκληταί τις; μὴ περιτεμνέσθω. 19 ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20 ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.

21 Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22 ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· [e]ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.

25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26 νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27 δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· 28 ἐὰν δὲ καὶ [f]γαμήσῃς, οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. 29 τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος [g]ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, 30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 31 καὶ οἱ χρώμενοι [h]τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.

32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς [i]ἀρέσῃ τῷ κυρίῳ· 33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [j]ἀρέσῃ τῇ γυναικί, 34 [k]καὶ μεμέρισται. καὶ ἡ γυνὴ [l]ἡ ἄγαμος καὶ ἡ [m]παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ [n]τῷ σώματι καὶ [o]τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [p]ἀρέσῃ τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν [q]σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ [r]εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 ἐμέρισεν NIV RP ] μεμέρικεν WH Treg
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 κύριος WH Treg NIV ] θεός RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:17 θεός WH Treg NIV ] κύριος RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:18 κέκληταί τις WH Treg NIV ] τις ἐκλήθη RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:22 ὁμοίως WH Treg NIV ] + καὶ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:28 γαμήσῃς WH Treg NIV ] γήμῃς RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:29 ἐστίν τὸ λοιπὸν WH Treg NIV ] τὸ λοιπὸν ἐστίν RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:31 τὸν κόσμον WH Treg NIV ] τῷ κόσμῳ τούτῳ RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:32 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:33 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 καὶ WH Treg NIV ] – RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἡ ἄγαμος WH Treg NIV ] – RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 παρθένος WH Treg NIV ] + Ἡ ἄγαμος RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 σύμφορον WH Treg NIV ] συμφέρον RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 εὐπάρεδρον WH Treg NIV ] εὐπρόσεδρον RP

17 ει μη εκαστω ως εμερισεν ο θεος εκαστον ως κεκληκεν ο κυριος ουτως περιπατειτω και ουτως εν ταις εκκλησιαις πασαις διατασσομαι

18 περιτετμημενος τις εκληθη μη επισπασθω εν ακροβυστια τις εκληθη μη περιτεμνεσθω

19 η περιτομη ουδεν εστιν και η ακροβυστια ουδεν εστιν αλλα τηρησις εντολων θεου

20 εκαστος εν τη κλησει η εκληθη εν ταυτη μενετω

21 δουλος εκληθης μη σοι μελετω αλλ ει και δυνασαι ελευθερος γενεσθαι μαλλον χρησαι

22 ο γαρ εν κυριω κληθεις δουλος απελευθερος κυριου εστιν ομοιως και ο ελευθερος κληθεις δουλος εστιν χριστου

23 τιμης ηγορασθητε μη γινεσθε δουλοι ανθρωπων

24 εκαστος εν ω εκληθη αδελφοι εν τουτω μενετω παρα τω θεω

25 περι δε των παρθενων επιταγην κυριου ουκ εχω γνωμην δε διδωμι ως ηλεημενος υπο κυριου πιστος ειναι

26 νομιζω ουν τουτο καλον υπαρχειν δια την ενεστωσαν αναγκην οτι καλον ανθρωπω το ουτως ειναι

27 δεδεσαι γυναικι μη ζητει λυσιν λελυσαι απο γυναικος μη ζητει γυναικα

28 εαν δε και γημης ουχ ημαρτες και εαν γημη η παρθενος ουχ ημαρτεν θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι εγω δε υμων φειδομαι

29 τουτο δε φημι αδελφοι ο καιρος συνεσταλμενος το λοιπον εστιν ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν

30 και οι κλαιοντες ως μη κλαιοντες και οι χαιροντες ως μη χαιροντες και οι αγοραζοντες ως μη κατεχοντες

31 και οι χρωμενοι τω κοσμω τουτω ως μη καταχρωμενοι παραγει γαρ το σχημα του κοσμου τουτου

32 θελω δε υμας αμεριμνους ειναι ο αγαμος μεριμνα τα του κυριου πως αρεσει τω κυριω

33 ο δε γαμησας μεριμνα τα του κοσμου πως αρεσει τη γυναικι

34 μεμερισται η γυνη και η παρθενος η αγαμος μεριμνα τα του κυριου ινα η αγια και σωματι και πνευματι η δε γαμησασα μεριμνα τα του κοσμου πως αρεσει τω ανδρι

35 τουτο δε προς το υμων αυτων συμφερον λεγω ουχ ινα βροχον υμιν επιβαλω αλλα προς το ευσχημον και ευπροσεδρον τω κυριω απερισπαστως

Read full chapter