ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:10-17
SBL Greek New Testament
10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον [a]ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν [b]θεμέλιον [c]χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [d]αὐτὸ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
16 Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ [e]οἰκεῖ ἐν ὑμῖν; 17 εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:10 ἔθηκα WH Treg NIV ] τέθεικα RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:12 θεμέλιον WH Treg NIV ] + τοῦτον RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:12 χρυσόν ἄργυρον WH NIV RP ] χρυσίον ἀργύριον Treg
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:13 αὐτὸ WH Treg NA ] – NIV RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:16 οἰκεῖ ἐν ὑμῖν Treg NIV RP ] ἐν ὑμῖν οἰκεῖ WH
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:10-17
1550 Stephanus New Testament
10 κατα την χαριν του θεου την δοθεισαν μοι ως σοφος αρχιτεκτων θεμελιον τεθεικα αλλος δε εποικοδομει εκαστος δε βλεπετω πως εποικοδομει
11 θεμελιον γαρ αλλον ουδεις δυναται θειναι παρα τον κειμενον ος εστιν ιησους ο χριστος
12 ει δε τις εποικοδομει επι τον θεμελιον τουτον χρυσον αργυρον λιθους τιμιους ξυλα χορτον καλαμην
13 εκαστου το εργον φανερον γενησεται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ δοκιμασει
14 ει τινος το εργον μενει ο επωκοδομησεν μισθον ληψεται
15 ει τινος το εργον κατακαησεται ζημιωθησεται αυτος δε σωθησεται ουτως δε ως δια πυρος
16 ουκ οιδατε οτι ναος θεου εστε και το πνευμα του θεου οικει εν υμιν
17 ει τις τον ναον του θεου φθειρει φθερει τουτον ο θεος ο γαρ ναος του θεου αγιος εστιν οιτινες εστε υμεις
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software