Add parallel Print Page Options

Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην [a]λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς [b]σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, [c]οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ [d]οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ [e]ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, [f]οὐκ ἄνθρωποί ἐστε;

[g]Τί οὖν ἐστιν [h]Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; [i]διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 λαλῆσαι ὑμῖν WH Treg NIV ] ὑμῖν λαλῆσαι RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 σαρκίνοις WH Treg NIV ] σαρκικοῖς RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐ WH Treg NIV ] καὶ οὐ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐδὲ WH Treg NIV ] οὖτε RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:3 ἔρις WH Treg NIV ] + καὶ διχοστασίαι RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:4 οὐκ ἄνθρωποί WH Treg NIV ] οὐχὶ σαρκικοί RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 Τί WH Treg NIV ] Τίς RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 Ἀπολλῶς τί δέ ἐστιν Παῦλος WH Treg NIV] Παῦλος τίς δὲ Ἀπολλώς RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 διάκονοι WH Treg NIV ] ἀλλ᾽ ἢ διάκονοι RP

και εγω αδελφοι ουκ ηδυνηθην λαλησαι υμιν ως πνευματικοις αλλ ως σαρκικοις ως νηπιοις εν χριστω

γαλα υμας εποτισα και ου βρωμα ουπω γαρ ηδυνασθε αλλ ουτε ετι νυν δυνασθε

ετι γαρ σαρκικοι εστε οπου γαρ εν υμιν ζηλος και ερις και διχοστασιαι ουχι σαρκικοι εστε και κατα ανθρωπον περιπατειτε

οταν γαρ λεγη τις εγω μεν ειμι παυλου ετερος δε εγω απολλω ουχι σαρκικοι εστε

τις ουν εστιν παυλος τις δε απολλως αλλ η διακονοι δι ων επιστευσατε και εκαστω ως ο κυριος εδωκεν

εγω εφυτευσα απολλως εποτισεν αλλ ο θεος ηυξανεν

ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων αλλ ο αυξανων θεος

ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστος δε τον ιδιον μισθον ληψεται κατα τον ιδιον κοπον

Read full chapter