Add parallel Print Page Options

26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, [a]ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, [b]ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ [c]διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.

34 Αἱ [d]γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ [e]ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ [f]ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι [g]μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ [h]λαλεῖν ἐν ἐκκλησίᾳ. 36 ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;

37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου [i]ἐστὶν· 38 εἰ δέ τις ἀγνοεῖ, [j]ἀγνοεῖται. 39 ὥστε, ἀδελφοί [k]μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν [l]μὴ κωλύετε γλώσσαις· 40 πάντα [m]δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:26 ἕκαστος WH Treg NIV ] +ὑμῶν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:26 ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NIV ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:28 διερμηνευτής WH NIV RP ] ἑρμηνευτής Treg
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 γυναῖκες WH Treg NIV ] + ὑμῶν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 ἐπιτρέπεται WH Treg NIV ] ἐπιτέτραπται RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 ὑποτασσέσθωσαν WH Treg NIV ] ὑποτάσσεσθαι RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:35 μαθεῖν Treg NIV RP ] μανθάνειν WH
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:35 λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NIV ] ἐν ἐκκλησίᾳ λαλεῖν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:37 ἐστὶν Holmes ] ἐστὶν ἐντολή WH Treg NIV; εἰσὶν ἐντολαί RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:38 ἀγνοεῖται WH NIV ] ἀγνοείτω Treg RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:39 μου WH Treg NIV ] – RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:39 μὴ κωλύετε γλώσσαις WH Treg NIV ] γλώσσαις μὴ κωλύετε RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:40 δὲ WH Treg NIV ] – RP

26 τι ουν εστιν αδελφοι οταν συνερχησθε εκαστος υμων ψαλμον εχει διδαχην εχει γλωσσαν εχει αποκαλυψιν εχει ερμηνειαν εχει παντα προς οικοδομην γενεσθω

27 ειτε γλωσση τις λαλει κατα δυο η το πλειστον τρεις και ανα μερος και εις διερμηνευετω

28 εαν δε μη η διερμηνευτης σιγατω εν εκκλησια εαυτω δε λαλειτω και τω θεω

29 προφηται δε δυο η τρεις λαλειτωσαν και οι αλλοι διακρινετωσαν

30 εαν δε αλλω αποκαλυφθη καθημενω ο πρωτος σιγατω

31 δυνασθε γαρ καθ ενα παντες προφητευειν ινα παντες μανθανωσιν και παντες παρακαλωνται

32 και πνευματα προφητων προφηταις υποτασσεται

33 ου γαρ εστιν ακαταστασιας ο θεος αλλ ειρηνης ως εν πασαις ταις εκκλησιαις των αγιων

34 αι γυναικες υμων εν ταις εκκλησιαις σιγατωσαν ου γαρ επιτετραπται αυταις λαλειν αλλ υποτασσεσθαι καθως και ο νομος λεγει

35 ει δε τι μαθειν θελουσιν εν οικω τους ιδιους ανδρας επερωτατωσαν αισχρον γαρ εστιν γυναιξιν εν εκκλησια λαλειν

36 η αφ υμων ο λογος του θεου εξηλθεν η εις υμας μονους κατηντησεν

37 ει τις δοκει προφητης ειναι η πνευματικος επιγινωσκετω α γραφω υμιν οτι του κυριου εισιν εντολαι

38 ει δε τις αγνοει αγνοειτω

39 ωστε αδελφοι ζηλουτε το προφητευειν και το λαλειν γλωσσαις μη κωλυετε

40 παντα ευσχημονως και κατα ταξιν γινεσθω

Read full chapter