Add parallel Print Page Options

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ [a]ἡ ἀγάπη, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε [b]πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ἐκ μέρους [c]γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, [d]τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, [e]ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· [f]ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:4 ἡ ἀγάπη Treg NIV RP ] – WH
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:8 πίπτει WH Treg NIV ] ἐκπίπτει RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:9 γὰρ WH Treg NIV ] δὲ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:10 τὸ WH Treg NIV ] τότε τὸ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NIV ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:11 ὅτε WH Treg NIV ] + δὲ RP

η αγαπη μακροθυμει χρηστευεται η αγαπη ου ζηλοι η αγαπη ου περπερευεται ου φυσιουται

ουκ ασχημονει ου ζητει τα εαυτης ου παροξυνεται ου λογιζεται το κακον

ου χαιρει επι τη αδικια συγχαιρει δε τη αληθεια

παντα στεγει παντα πιστευει παντα ελπιζει παντα υπομενει

η αγαπη ουδεποτε εκπιπτει ειτε δε προφητειαι καταργηθησονται ειτε γλωσσαι παυσονται ειτε γνωσις καταργηθησεται

εκ μερους γαρ γινωσκομεν και εκ μερους προφητευομεν

10 οταν δε ελθη το τελειον τοτε το εκ μερους καταργηθησεται

11 οτε ημην νηπιος ως νηπιος ελαλουν ως νηπιος εφρονουν ως νηπιος ελογιζομην οτε δε γεγονα ανηρ κατηργηκα τα του νηπιου

12 βλεπομεν γαρ αρτι δι εσοπτρου εν αινιγματι τοτε δε προσωπον προς προσωπον αρτι γινωσκω εκ μερους τοτε δε επιγνωσομαι καθως και επεγνωσθην

13 νυνι δε μενει πιστις ελπις αγαπη τα τρια ταυτα μειζων δε τουτων η αγαπη

Read full chapter