Add parallel Print Page Options

ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, [a]ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, [b]ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ [c]ἑνὶ πνεύματι, 10 [d]ἄλλῳ ἐνεργήματα δυνάμεων, [e]ἄλλῳ προφητεία, [f]ἄλλῳ διακρίσεις πνευμάτων, [g]ἑτέρῳ γένη γλωσσῶν, [h]ἄλλῳ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη [i]πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ [j]σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ [k]πάντες ἓν πνεῦμα ἐποτίσθημεν.

14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑνὶ WH Treg NIV ] αὐτῷ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:12 πολλὰ ἔχει WH Treg NIV ] ἔχει πολλὰ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:12 σώματος WH Treg NIV ] + τοῦ ἑνός RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:13 πάντες WH Treg NIV ] + εἰς RP

εκαστω δε διδοται η φανερωσις του πνευματος προς το συμφερον

ω μεν γαρ δια του πνευματος διδοται λογος σοφιας αλλω δε λογος γνωσεως κατα το αυτο πνευμα

ετερω δε πιστις εν τω αυτω πνευματι αλλω δε χαρισματα ιαματων εν τω αυτω πνευματι

10 αλλω δε ενεργηματα δυναμεων αλλω δε προφητεια αλλω δε διακρισεις πνευματων ετερω δε γενη γλωσσων αλλω δε ερμηνεια γλωσσων

11 παντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα διαιρουν ιδια εκαστω καθως βουλεται

12 καθαπερ γαρ το σωμα εν εστιν και μελη εχει πολλα παντα δε τα μελη του σωματος του ενος πολλα οντα εν εστιν σωμα ουτως και ο χριστος

13 και γαρ εν ενι πνευματι ημεις παντες εις εν σωμα εβαπτισθημεν ειτε ιουδαιοι ειτε ελληνες ειτε δουλοι ειτε ελευθεροι και παντες εις εν πνευμα εποτισθημεν

14 και γαρ το σωμα ουκ εστιν εν μελος αλλα πολλα

Read full chapter