Add parallel Print Page Options

12 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα [a]Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· [b]Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ.

Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, [c]ὁ δὲ [d]αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, [e]ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, [f]ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ [g]ἑνὶ πνεύματι, 10 [h]ἄλλῳ ἐνεργήματα δυνάμεων, [i]ἄλλῳ προφητεία, [j]ἄλλῳ διακρίσεις πνευμάτων, [k]ἑτέρῳ γένη γλωσσῶν, [l]ἄλλῳ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:3 Ἰησοῦς WH Treg NIV ] Ἰησοῦν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:3 Κύριος Ἰησοῦς WH Treg NIV ] Κύριον Ἰησοῦν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 αὐτὸς WH Treg NIV ] + ἐστιν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑνὶ WH Treg NIV ] αὐτῷ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP

12 περι δε των πνευματικων αδελφοι ου θελω υμας αγνοειν

οιδατε οτι εθνη ητε προς τα ειδωλα τα αφωνα ως αν ηγεσθε απαγομενοι

διο γνωριζω υμιν οτι ουδεις εν πνευματι θεου λαλων λεγει αναθεμα ιησουν και ουδεις δυναται ειπειν κυριον ιησουν ει μη εν πνευματι αγιω

διαιρεσεις δε χαρισματων εισιν το δε αυτο πνευμα

και διαιρεσεις διακονιων εισιν και ο αυτος κυριος

και διαιρεσεις ενεργηματων εισιν ο δε αυτος εστιν θεος ο ενεργων τα παντα εν πασιν

εκαστω δε διδοται η φανερωσις του πνευματος προς το συμφερον

ω μεν γαρ δια του πνευματος διδοται λογος σοφιας αλλω δε λογος γνωσεως κατα το αυτο πνευμα

ετερω δε πιστις εν τω αυτω πνευματι αλλω δε χαρισματα ιαματων εν τω αυτω πνευματι

10 αλλω δε ενεργηματα δυναμεων αλλω δε προφητεια αλλω δε διακρισεις πνευματων ετερω δε γενη γλωσσων αλλω δε ερμηνεια γλωσσων

11 παντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα διαιρουν ιδια εκαστω καθως βουλεται

Read full chapter