Add parallel Print Page Options

22 ἐπειδὴ καὶ Ἰουδαῖοι [a]σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον [b]ἔθνεσιν δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. 25 ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν [c]ἀνθρώπων.

26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα [d]καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, 28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, [e]τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, 29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. 30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη [f]σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, 31 ἵνα καθὼς γέγραπται· Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.

Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ [g]μαρτύριον τοῦ θεοῦ. οὐ γὰρ ἔκρινά [h]τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον· κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν [i]πειθοῖ σοφίας ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει θεοῦ.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:22 σημεῖα WH Treg NIV ] σημεῖον RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:23 ἔθνεσιν WH Treg NIV ] Ἕλλησιν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:25 ἀνθρώπων WH Treg NIV ] + ἐστίν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:27 καταισχύνῃ τοὺς σοφούς WH Treg NIV ] τοὺς σοφούς καταισχύνῃ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:28 τὰ Treg NIV ] καὶ τὰ WH RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 1:30 σοφία ἡμῖν WH Treg NIV ] ἡμῖν σοφία RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:1 μαρτύριον Treg NIV RP ] μυστήριον WH NA
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:2 τι εἰδέναι WH Treg NIV ] τοῦ εἰδέναι τι RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 2:4 πειθοῖ σοφίας Holmes ] πειθοῖς σοφίας λόγοις WH Treg NIV; πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις RP

22 επειδη και ιουδαιοι σημειον αιτουσιν και ελληνες σοφιαν ζητουσιν

23 ημεις δε κηρυσσομεν χριστον εσταυρωμενον ιουδαιοις μεν σκανδαλον ελλησιν δε μωριαν

24 αυτοις δε τοις κλητοις ιουδαιοις τε και ελλησιν χριστον θεου δυναμιν και θεου σοφιαν

25 οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν και το ασθενες του θεου ισχυροτερον των ανθρωπων εστιν

26 βλεπετε γαρ την κλησιν υμων αδελφοι οτι ου πολλοι σοφοι κατα σαρκα ου πολλοι δυνατοι ου πολλοι ευγενεις

27 αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα τους σοφους καταισχυνη και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τα ισχυρα

28 και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος και τα μη οντα ινα τα οντα καταργηση

29 οπως μη καυχησηται πασα σαρξ ενωπιον αυτου

30 εξ αυτου δε υμεις εστε εν χριστω ιησου ος εγενηθη ημιν σοφια απο θεου δικαιοσυνη τε και αγιασμος και απολυτρωσις

31 ινα καθως γεγραπται ο καυχωμενος εν κυριω καυχασθω

καγω ελθων προς υμας αδελφοι ηλθον ου καθ υπεροχην λογου η σοφιας καταγγελλων υμιν το μαρτυριον του θεου

ου γαρ εκρινα του ειδεναι τι εν υμιν ει μη ιησουν χριστον και τουτον εσταυρωμενον

και εγω εν ασθενεια και εν φοβω και εν τρομω πολλω εγενομην προς υμας

και ο λογος μου και το κηρυγμα μου ουκ εν πειθοις ανθρωπινης σοφιας λογοις αλλ εν αποδειξει πνευματος και δυναμεως

ινα η πιστις υμων μη η εν σοφια ανθρωπων αλλ εν δυναμει θεου