Add parallel Print Page Options

Οὐκ εἰμὶ [a]ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ [b]Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς [c]μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.

Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν [d]ἐστιν αὕτη. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ [e]πεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν [f]μὴ ἐργάζεσθαι; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ [g]τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; [h]τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;

Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ [i]καὶ ὁ νόμος ταῦτα οὐ λέγει; ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ [j]κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ, 10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι [k]ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν [l]ἐπ’ ἐλπίδι τοῦ μετέχειν. 11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:1 ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος WH Treg NIV ] ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:1 Ἰησοῦν WH Treg NIV ] + Χριστὸν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:2 μου τῆς WH Treg NIV ] τῆς μου RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:3 ἐστιν αὕτη WH Treg NIV ] αὕτη ἐστιν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:4 πεῖν WH NIV ] πιεῖν Treg RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:6 μὴ WH Treg NIV] τοῦ μὴ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:7 τὸν καρπὸν WH Treg NIV ] ἐκ τοῦ καρποῦ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:7 τίς Holmes Tregmarg] ἢ τίς WH Treg NIV RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:8 καὶ … ταῦτα οὐ WH Treg NIV ] οὐχὶ καὶ … ταῦτα RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:9 κημώσεις Treg NIV ] φιμώσεις WH RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:10 ὀφείλει ἐπ’ ἐλπίδι WH Treg NIV ] ἐπ’ ἐλπίδι ὀφείλει RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9:10 ἐπ’ ἐλπίδι τοῦ μετέχειν WH Treg NIV ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι RP