Add parallel Print Page Options

33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [a]ἀρέσῃ τῇ γυναικί, 34 [b]καὶ μεμέρισται. καὶ ἡ γυνὴ [c]ἡ ἄγαμος καὶ ἡ [d]παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ [e]τῷ σώματι καὶ [f]τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [g]ἀρέσῃ τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν [h]σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ [i]εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.

36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37 ὃς δὲ ἕστηκεν [j]ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ [k]ἰδίᾳ καρδίᾳ, [l]τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς [m]ποιήσει· 38 ὥστε καὶ ὁ [n]γαμίζων [o]τὴν παρθένον ἑαυτοῦ καλῶς ποιεῖ, [p]καὶ ὁ μὴ [q]γαμίζων κρεῖσσον [r]ποιήσει.

39 Γυνὴ [s]δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν [t]δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ· 40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ [u]δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:33 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 καὶ WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἡ ἄγαμος WH Treg NIV ] – RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 παρθένος WH Treg NIV ] + Ἡ ἄγαμος RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 σύμφορον WH Treg NIV ] συμφέρον RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 εὐπάρεδρον WH Treg NIV ] εὐπρόσεδρον RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος WH Treg NIV ] ἑδραῖος ἐν τῇ καρδίᾳ RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ἰδίᾳ καρδίᾳ WH Treg NIV ] καρδίᾳ αὐτοῦ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 τηρεῖν WH Treg NIV ] τοῦ τηρεῖν RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ποιήσει WH Treg NIV ] ποιεῖ RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 *γαμίζων WH Treg NIV ] ἐκγαμίζων RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 τὴν παρθένον ἑαυτοῦ Treg ] τὴν ἑαυτοῦ παρθένον WH NIV; – RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 καὶ ὁ WH Treg NIV ] ὁ δὲ RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 *γαμίζων WH Treg NIV ] ἑκγαμίζων RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 ποιήσει WH Treg NIV ] ποιεῖ RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:39 δέδεται WH Treg NIV ] + νόμῳ RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:39 δὲ WH Treg NIV ] + καί RP
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:40 δὲ Treg NIV RP ] γὰρ WH