Add parallel Print Page Options

13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.

15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ [a]ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. [b]ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ [c]Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν [d]κύριον, ἤτω ἀνάθεμα. [e]Μαράνα θά. 23 ἡ χάρις τοῦ κυρίου [f]Ἰησοῦ μεθ’ ὑμῶν. 24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ [g]Ἰησοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:17 ὑμέτερον WH Treg NIV ] ὑμῶν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:19 ἀσπάζεται WH NIV ] ἀσπάζονται Treg RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:19 Πρίσκα WH Treg NIV ] Πρίσκιλλα RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:22 κύριον WH Treg NIV ] + Ἰησοῦν Χριστόν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:22 Μαράνα θά NIV] Μαρὰν ἀθά WH Treg RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:23 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:24 Ἰησοῦ WH Treg NIV ] + Ἀμήν RP