Add parallel Print Page Options

16 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. κατὰ μίαν [a]σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι [b]ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. ὅταν δὲ παραγένωμαι, οὓς [c]ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· ἐὰν δὲ [d]ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.

Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, πρὸς ὑμᾶς δὲ τυχὸν [e]παραμενῶ ἢ [f]καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω [g]γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος [h]ἐπιτρέψῃ. [i]ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.

10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς [j]κἀγώ· 11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός [k]με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.

12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:2 σαββάτου WH Treg NIV ] σαββάτων RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:2 ἐὰν WH Treg NIV ] ἂν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:3 ἐὰν WH NIV RP ] ἂν Treg
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:4 ἄξιον ᾖ WH Treg NIV ] ᾖ ἄξιον RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:6 παραμενῶ Treg NIV RP ] καταμενῶ WH
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:6 καὶ Treg NIV RP ] – WH
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:7 γὰρ WH Treg NIV ] δὲ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:7 ἐπιτρέψῃ WH Treg NIV ] ἐπιτρέπῃ RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:8 ἐπιμενῶ Treg NIV RP ] ἐπιμένω WH
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:10 κἀγώ NIV Treg RP ] ἐγώ WH
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16:11 με WH NIV RP ] ἐμέ Treg