Add parallel Print Page Options

35 Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; 36 [a]ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ θεὸς [b]δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων [c]ἴδιον σῶμα. 39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ [d]σὰρξ πτηνῶν, ἄλλη δὲ [e]ἰχθύων. 40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.

42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. [f]Εἰ ἔστιν σῶμα ψυχικόν, [g]ἔστιν καὶ πνευματικόν. 45 οὕτως καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:36 ἄφρων WH Treg NIV ] Ἄφρον RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:38 δίδωσιν αὐτῷ WH Treg NIV ] αὐτῷ δίδωσιν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:38 ἴδιον WH Treg NIV ] τὸ ἴδιον RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:39 σὰρξ πτηνῶν WH Treg NIV ] ἰχθύων RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:39 ἰχθύων WH Treg NIV ] πτηνῶν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:44 Εἰ WH Treg NIV ] – RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:44 ἔστιν καὶ WH Treg NIV ] καὶ ἔστιν σῶμα RP