Add parallel Print Page Options

22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν [a]ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ [b]ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ [c]σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26 καὶ [d]εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται [e]μέλος, συγχαίρει πάντα τὰ μέλη.

27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, [f]ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ [g]μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:24 ἔχει WH Treg RP NA ] + τιμῆς NIV
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:24 ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NIV
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:25 σχίσμα WH Treg NIV ] σχίσματα RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:26 εἴτε WH NIV RP ] εἴ τι Treg
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:26 μέλος WH Treg ] ἓν μέλος NIV RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:28 ἔπειτα WH Treg NIV ] εἶτα RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:31 μείζονα WH Treg NIV ] κρείττονα RP