Add parallel Print Page Options

17 Τοῦτο δὲ [a]παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε. 18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα [b]καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί [c]εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.

23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ [d]παρεδίδετο ἔλαβεν ἄρτον 24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ [e]εἶπεν· Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ [f]ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις [g]ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26 ὁσάκις γὰρ [h]ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ [i]ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι [j]οὗ ἔλθῃ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:17 παραγγέλλων οὐκ ἐπαινῶ WH NIV RP ] παραγγέλλω οὐκ ἐπαινῶν Treg
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:19 καὶ WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:22 εἴπω ὑμῖν WH Treg NIV ] ὑμῖν εἴπω RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:23 παρεδίδετο WH Treg NIV ] παρεδίδοτο RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:24 εἶπεν WH Treg NIV ] + Λάβετε φάγετε RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:24 ὑμῶν WH Treg NIV ] + κλώμενον RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:25 ἐὰν WH Treg NIV ] ἂν RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:26 ἐὰν WH Treg NIV ] ἂν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:26 ποτήριον WH Treg NIV ] + τοῦτο RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:26 οὗ WH Treg NIV ] + ἂν RP