ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1-5
SBL Greek New Testament
6 Ἐγένετο δὲ ἐν [a]σαββάτῳ διαπορεύεσθαι αὐτὸν [b]διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ [c]καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. 2 τινὲς δὲ τῶν Φαρισαίων [d]εἶπαν· Τί ποιεῖτε ὃ οὐκ [e]ἔξεστιν τοῖς σάββασιν; 3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ [f]ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ [g]ὄντες; 4 [h]ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως [i]λαβὼν ἔφαγεν καὶ [j]ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; 5 καὶ ἔλεγεν [k]αὐτοῖς· Κύριός ἐστιν [l]τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 σαββάτῳ WH Treg NIV ] + δευτεροπρώτῳ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 διὰ WH Treg NIV ] + τῶν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:1 καὶ ἤσθιον τοὺς στάχυας WH Treg NIV ] τοὺς στάχυας καὶ ἤσθιον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:2 εἶπαν WH Treg NIV ] +αὐτοῖς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:2 ἔξεστιν WH Treg NIV ] + ποιεῖν ἐν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3 ὁπότε RP ] ὅτε WH Treg NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3 ὄντες NIV RP ] – WH Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 ὡς WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 λαβὼν WH Treg NIV ] ἔλαβεν καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:4 ἔδωκεν WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:5 αὐτοῖς WH NIV ] + ὅτι Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:5 τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου WH NIV ] ὁ υἱὸς τοῦ ἀνθρώπου τοῦ σαββάτου Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software