Add parallel Print Page Options

16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι [a]πᾶσαι τοῦ Χριστοῦ.

17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ [b]ἐκκλίνετε ἀπ’ αὐτῶν· 18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ [c]ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:16 πᾶσαι WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:17 ἐκκλίνετε WH Treg NIV ] ἐκκλίνατε RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:18 ἡμῶν WH Treg NIV ] + Ἰησοῦ RP