Add parallel Print Page Options

καὶ μὴ [a]συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ [b]μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ [c]νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.

Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως. καθάπερ γὰρ ἐν ἑνὶ σώματι [d]πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 συσχηματίζεσθε WH Treg NIV ] συσχηματίζεσθαι RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 μεταμορφοῦσθε WH Treg NIV ] μεταμορφοῦσθαι RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 νοός WH Treg NIV ] + ὑμῶν RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:4 πολλὰ μέλη WH Treg NIV ] μέλη πολλὰ RP