Add parallel Print Page Options

11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ [a]τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.

12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ [b]κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:11 τὰ Treg NIV RP ] – WH
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:13 κύριος WH Treg NIV ] Χριστὸς RP