Add parallel Print Page Options

14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς [a]ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.

16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε [b]ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω [c]ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:15 ἀνθρώποις Holmes WHmarg NA ] + τὰ παραπτώματα αὐτῶν WH Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16 ὡς WH Treg NIV ] ὥσπερ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:16 ὑμῖν WH Treg NIV ] + ὅτι RP