Add parallel Print Page Options

41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν [a]ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν [b]ὅτι οὐ μὴ [c]ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

42 Καὶ ὃς [d]ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν [e]τούτων τῶν πιστευόντων [f]εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται [g]μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν [h]σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν [i]ἐστίν σε κυλλὸν [j]εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ [k]ἄσβεστον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὀνόματι WH Treg NIV ] + μου RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὅτι WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ἀπολέσῃ WH NIV RP ] ἀπολέσει Treg
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 ἂν WH Treg NIV ] ἐὰν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 τούτων WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 εἰς ἐμέ Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 μύλος ὀνικὸς WH Treg NIV ] λίθος μυλικὸς RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 σκανδαλίζῃ Treg NIV RP ] σκανδαλίσῃ WH
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἐστίν σε WH Treg NIV ] σοι ἐστὶν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NIV ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:43 ἄσβεστον WH NIV ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP