Add parallel Print Page Options

29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν [a]προσευχῇ.

30 Κἀκεῖθεν ἐξελθόντες [b]παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς [c]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:29 προσευχῇ WH NIV ] + καὶ νηστείᾳ Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:30 παρεπορεύοντο NIV RP ] ἐπορεύοντο WH Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:31 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP