Add parallel Print Page Options

17 σημεῖα δὲ τοῖς πιστεύσασιν [a]ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν [b]καιναῖς, 18 [c]ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν.

19 Ὁ μὲν οὖν κύριος [d]Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:17 ταῦτα παρακολουθήσει NIV RP ] ἀκολουθήσει ταῦτα [[WH]] Treg
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:17 καιναῖς NIV RP ] – [[WH]] Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:18 ὄφεις RP ] καὶ ἐν ταῖς χερσὶν ὄφεις [[WH]] Treg NIV
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 16:19 Ἰησοῦς [[WH]] Treg NIV ] –RP