Add parallel Print Page Options

32 ὁ χριστὸς ὁ [a]βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ [b]πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι [c]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

33 [d]Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ [e]ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ [f]μεγάλῃ· Ἐλωῒ ἐλωῒ [g]λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί [h]ἐγκατέλιπές με;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 βασιλεὺς WH Treg NIV ] + τοῦ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 πιστεύσωμεν WH Treg NIV ] + αὐτῷ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:32 σὺν WH NIV ] – Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:33 Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 μεγάλῃ WH Treg NIV ] + λέγων RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:34 ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP