Add parallel Print Page Options

11 [a]καὶ ὅταν [b]ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί [c]λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 12 [d]καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 καὶ ὅταν WH Treg NIV ] Ὅταν δὲ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 ἄγωσιν WH Treg NIV ] ἀγάγωσιν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 λαλήσητε WH Treg NIV ] + μηδὲ μελετᾶτε RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:12 καὶ παραδώσει WH Treg NIV ] Παραδώσει δὲ RP