Add parallel Print Page Options

Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ [a]καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ [b]ποιῶμεν·

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 5:1 καὶ Treg NIV RP ] – WH
  2. ΙΩΑΝΝΟΥ Α΄ 5:2 ποιῶμεν WH Treg NIV ] τηρῶμεν RP