Add parallel Print Page Options

14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ [a]ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. 15 πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν [b]αὐτῷ μένουσαν. 16 ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς [c]θεῖναι.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 3:14 ἀγαπῶν WH Treg NIV ] + τὸν ἀδελφόν RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 3:15 αὐτῷ WH Treg NIV ] ἑαυτῷ RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 3:16 θεῖναι WH Treg NIV ] τιθέναι RP