Add parallel Print Page Options

Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς· λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ [a]συνιστάνοντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι· ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· 12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· 13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς.

14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, [b]ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; 15 τίς δὲ συμφώνησις [c]Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; [d]ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί [e]μου λαός. 17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς· 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:4 συνιστάνοντες WH ] συνιστάντες NIV Treg; συνιστῶντες RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:14 ἢ τίς WH Treg NIV ] Τίς δὲ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:15 Χριστοῦ WH Treg NIV ] Χριστῷ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:16 ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν WH Treg NIV] Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:16 μου WH Treg NIV ] μοι RP

συνεργουντες δε και παρακαλουμεν μη εις κενον την χαριν του θεου δεξασθαι υμας

λεγει γαρ καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι ιδου νυν καιρος ευπροσδεκτος ιδου νυν ημερα σωτηριας

μηδεμιαν εν μηδενι διδοντες προσκοπην ινα μη μωμηθη η διακονια

αλλ εν παντι συνιστωντες εαυτους ως θεου διακονοι εν υπομονη πολλη εν θλιψεσιν εν αναγκαις εν στενοχωριαις

εν πληγαις εν φυλακαις εν ακαταστασιαις εν κοποις εν αγρυπνιαις εν νηστειαις

εν αγνοτητι εν γνωσει εν μακροθυμια εν χρηστοτητι εν πνευματι αγιω εν αγαπη ανυποκριτω

εν λογω αληθειας εν δυναμει θεου δια των οπλων της δικαιοσυνης των δεξιων και αριστερων

δια δοξης και ατιμιας δια δυσφημιας και ευφημιας ως πλανοι και αληθεις

ως αγνοουμενοι και επιγινωσκομενοι ως αποθνησκοντες και ιδου ζωμεν ως παιδευομενοι και μη θανατουμενοι

10 ως λυπουμενοι αει δε χαιροντες ως πτωχοι πολλους δε πλουτιζοντες ως μηδεν εχοντες και παντα κατεχοντες

11 το στομα ημων ανεωγεν προς υμας κορινθιοι η καρδια ημων πεπλατυνται

12 ου στενοχωρεισθε εν ημιν στενοχωρεισθε δε εν τοις σπλαγχνοις υμων

13 την δε αυτην αντιμισθιαν ως τεκνοις λεγω πλατυνθητε και υμεις

14 μη γινεσθε ετεροζυγουντες απιστοις τις γαρ μετοχη δικαιοσυνη και ανομια τις δε κοινωνια φωτι προς σκοτος

15 τις δε συμφωνησις χριστω προς βελιαρ η τις μερις πιστω μετα απιστου

16 τις δε συγκαταθεσις ναω θεου μετα ειδωλων υμεις γαρ ναος θεου εστε ζωντος καθως ειπεν ο θεος οτι ενοικησω εν αυτοις και εμπεριπατησω και εσομαι αυτων θεος και αυτοι εσονται μοι λαος

17 διο εξελθετε εκ μεσου αυτων και αφορισθητε λεγει κυριος και ακαθαρτου μη απτεσθε καγω εισδεξομαι υμας

18 και εσομαι υμιν εις πατερα και υμεις εσεσθε μοι εις υιους και θυγατερας λεγει κυριος παντοκρατωρ