Add parallel Print Page Options

36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον [a]αὐτὸν καὶ χριστὸν [b]ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

37 Ἀκούσαντες δὲ κατενύγησαν [c]τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί [d]ποιήσωμεν, ἄνδρες ἀδελφοί; 38 Πέτρος δὲ [e]πρὸς αὐτούς· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν [f]ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν [g]τῶν ἁμαρτιῶν [h]ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2:36 αὐτὸν καὶ χριστὸν WH Treg NIV] καὶ χριστὸν αὐτὸν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2:36 ἐποίησεν ὁ θεός WH NIV ] ὁ θεὸς ἐποίησεν Treg RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2:37 τὴν καρδίαν WH Treg NIV ] τῇ καρδίᾳ RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2:37 ποιήσωμεν WH Treg NIV ] ποιήσομεν RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2:38 πρὸς αὐτούς· Μετανοήσατε WH Treg ] πρὸς αὐτούς Μετανοήσατε φησίν NIV; ἔφη πρὸς αὐτούς Μετανοήσατε RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2:38 ἐπὶ NIV RP ] ἐν WH Treg
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2:38 τῶν WH Treg NIV ] – RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 2:38 ὑμῶν WH Treg NIV ] – RP