Add parallel Print Page Options

10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, [a]ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς [b]πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ [c]ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, [d]ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:10 NIV RP ] – WH Treg
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 πρὸς ἑαυτὸν ταῦτα NIV RP] ταῦτα πρὸς ἑαυτὸν WH Treg
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:11 ὥσπερ WH NIV RP ] ὡς Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:12 ἀποδεκατῶ Treg NIV RP ] ἀποδεκατεύω WH