Add parallel Print Page Options

15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος [a]ὅστις φάγεται [b]ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις [c]ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά [d]ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:15 ὅστις WH Treg NIV ] ὃς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:15 ἄρτον WH Treg NA ] ἄριστον NIV RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:16 ἐποίει WH Treg NIV ] ἐποίησεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:17 ἐστιν WH NIV ] + πάντα Treg RP